Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.411 Joseph. AJ 15.415 (English) >>Joseph. AJ 15.420

15.413κίονες δʼ ἐφέστασαν κατʼ ἀντίστοιχον ἀλλήλοις ἐπὶ μῆκος τέτραχα, συνεδέδετο γὰρ τέταρτος στοῖχος λιθοδομήτῳ τείχει, καὶ πάχος ἦν ἑκάστου κίονος εἰς τρεῖς ἐπισυναπτόντων ἀλλήλοις τὰς ὀργυιὰς περιλαβεῖν, μῆκος δὲ ποδῶν ἑπτὰ καὶ εἴκοσι διπλῆς σπείρας ὑπειλημένης. 15.414πλῆθος δὲ συμπάντων δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν κιονοκράνων αὐτοῖς κατὰ τὸν Κορίνθιον τρόπον ἐπεξειργασμένων γλυφαῖς ἔκπληξιν ἐμποιούσαις διὰ τὴν τοῦ παντὸς μεγαλουργίαν. 15.415τεττάρων δὲ στίχων ὄντων τρεῖς ἀπολαμβάνουσι τὰς διὰ μέσου χώρας ταῖς στοαῖς. τῶν δὲ αἱ μὲν δύο παράλληλοι τὸν αὐτὸν γεγόνασι τρόπον, εὖρος ἑκατέρας πόδες τριάκοντα, μῆκος δὲ στάδιον, ὕψος δὲ πόδες ὑπὲρ πεντήκοντα· τῆς δὲ μέσης εὖρος μὲν ἡμιόλιον, ὕψος δὲ διπλάσιον· ἀνεῖχεν γὰρ πλεῖστον παρὰ τὰς ἑκατέρωθεν. 15.416αἱ δʼ ὀροφαὶ ξύλοις ἐξήσκηντο γλυφαῖς πολυτρόποις σχημάτων ἰδέαις, καὶ τὸ τῆς μέσης βάθος ἐπὶ μεῖζον ἠγείρετο περιδεδομημένου τοῖς ἐπιστυλίοις προμετωπιδίου τοίχου κίονας ἔχοντος ἐνδεδομημένους καὶ ξεστοῦ παντὸς ὄντος, ὡς ἄπιστα τοῖς οὐκ εἰδόσιν καὶ σὺν ἐκπλήξει θεατὰ τοῖς ἐντυγχάνουσιν εἶναι. 15.417τοιοῦτος μὲν πρῶτος περίβολος ἦν. ἐν μέσῳ δὲ ἀπέχων οὐ πολὺ δεύτερος, προσβατὸς βαθμίσιν ὀλίγαις, ὃν περιεῖχεν ἑρκίον λιθίνου δρυφάκτου γραφῇ κωλῦον εἰσιέναι τὸν ἀλλοεθνῆ θανατικῆς ἀπειλουμένης τῆς ζημίας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.411 Joseph. AJ 15.415 (English) >>Joseph. AJ 15.420

Powered by PhiloLogic